pray

Κύριε ὁ Θεός μας,
Ἐσὺ ποὺ ἔθεσες ὑπὸ τὴν ἐξουσία Σου τοὺς καιροὺς καὶ τοὺς χρόνους,
ποὺ ὑπάρχεις χωρὶς ἀρχὴ καὶ τέλος καὶ ἔξω ἀπὸ κάθε ἔννοια χρόνου,
ἔξω ἀπὸ κάθε μεταβολὴ καὶ ἀλλοίωση, ποὺ γεμίζεις μὲ τὴν παρουσία Σου
κάθε χρόνο, τὸν παρελθόντα, τὸν ἐνεστότα καὶ τὸν μέλλοντα,
Ἐσὺ ποὺ μὲ τὴν ἀπερίγραπτη μακροθυμία Σου μᾶς ἀξίωσες
νὰ εἰσέλθουμε σὲ νέο χρόνο τῆς πλούσιας καλοσύνης Σου,
Ἐσὺ Πανάγαθε Δέσποτα, εὐλόγησε αὐτὴ τὴν εἴσοδο μὲ τὴ θεία Σου Χάρη.
Δώρησε κατάλληλο καιρὸ στὴ γῆ πρὸς καρποφορία.
Κάνε τὸ κλίμα ὑγιεινὸ καὶ εὔκρατο γιὰ ἀνθρώπους καὶ ζώα.
Δῶσε μας μὲ εἰρήνη καὶ σταθερὴ ὁμόνοια νὰ περάσουμε τὴν διάρκειά του,
στολισμένοι μὲ τὸ στεφάνι τῆς δόξας τῶν ἀρετῶν
καὶ ὁδεύοντας θεάρεστα στὸ φῶς τῶν ἐντολῶν Σου.
Δυνάμωσε τὸ εὐσεβὲς Ἔθνος μας μὲ τὴν δύναμή Σου.
Παιδαγώγησε τὴ νεότητα. Στήριξε τὰ γηρατειά. Παρηγόρησε τοὺς ὀλιγόψυχους.
Ἐπανέφερε αὐτοὺς ποὺ ἔχουν διασκορπιστεῖ.
Αὐτοὺς ποὺ ἔχουν πλανηθεῖ ἕνωσέ τους πάλι μὲ τὴν ἁγία Σου Ἐκκλησία,
τὴν ὁποία διαφύλαξε μὲ τὴ Χάρη Σου.
Μίλησε ἀγαθὰ στίς καρδιές τῶν ἀρχόντων μας,
ἐνίσχυσε καί δυνάμωσε αὐτοὺς καὶ τὸν φιλόχριστο στρατό μας.
Ἂς ἔλθει σὲ ἐμᾶς, Κύριε, ἡ Βασιλεία Σου,
Βασιλεία ἀγάπης, καλωσύνης, δικαιοσύνης καὶ εἰρήνης,
Καί ἀξίωσέ μας,
μὲ ἕνα στόμα καὶ μιὰ καρδιὰ νὰ Σὲ ὑμνοῦμε καὶ νὰ Σὲ δοξάζουμε
Ἐσένα τὸν Ἄναρχο καὶ αἰώνιο Τριαδικὸ Θεὸ στοὺς αἰῶνες τῶν αἰώνων.
Ἀμήν.


«Κύριε ὁ Θεός ἡμῶν, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, ὁ ἄναρχος καὶ ἀτελεύτητος καὶ ἐπέκεινα παντὸς χρόνου νοούμενός τε καὶ ὑπάρχων, ὁ πάσης ἐκτός μεταβολῆς τε τῶν ὄντων καὶ ἀλλοιώσεως, ὁ τὸν πάντα χρόνον τόν τε γεγονότα, τόν τε ὄντα καὶ τὸν ἐσόμενον πληρῶν, ὁ ἐν τῇ ἀφάτῳ σου μακροθυμίᾳ καταξιώσας ἡμᾶς εἰς νέον ἐνιαυτὸν τοῦ πλούτου τῆς χρηστότητός σου εἰσελθεῖν, αὐτός, πανάγαθε Δέσποτα, τὴν εἴσοδον ταύτην τῇ θείᾳ σου χάριτι εὐλόγησον· ὄμβρους εἰρηνικοὺς πρὸς καρποφορίαν τῇ γῇ δώρησαι· τοὺς ἀέρας ὑγιεινοὺς καὶ εὐκράτους ἀνθρώποις τε καὶ κτήνεσι κατασκεύασον· δὸς ἡμῖν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ βεβαίᾳ τὸν κύκλον αὐτοῦ διελθεῖν, τῷ στεφάνῳ τῆς δόξης τῶν ἀρετῶν κοσμουμένους, τῷ φωτὶ τῶν ἐντολῶν σου εὐσχημόνως ὡς ἐν ἡμέρᾳ καλῶς ὁδεύοντας· τὸ εὐσεβές ἡμῶν ἔθνος τῇ δυνάμει σου κραταίωσον· τὴν νεότητα παιδαγώγησον, τὸ γῆρας περικράτησον· τοὺς ὀλιγοψύχους παραμύθησον· τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε· τοὺς πεπλανημένους ἐπανάγαγε καὶ σύναψον τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ, ἥν τῇ θείᾳ σου χάριτι καλῶς διαφύλαξον· λάλησον ἀγαθὰ ἐν ταῖς καρδίαις τῶν ἀρχόντων ἡμῶν, ἐνίσχυσον καὶ ἐνδυνάμωσον αὐτούς τε καὶ τὸν φιλόχριστον ἡμῶν στρατόν· ἐλθέτω ἐφ’ ἡμᾶς, Κύριε, ἡ βασιλεία σου, βασιλεία ἀγάπης, χρηστότητος, δικαιοσύνης καὶ εἰρήνης καὶ ἀξίωσον ἡμᾶς ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ ὑμνεῖν σε καὶ δοξάζειν σε τὸν ἐν Τριάδι ἄναρχον καὶ αἰώνιον Θεόν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».