angels2

Σας ευχόμαστε
ΧΡΟΝΙΑ ΠΟΛΛΑ
Ο Κύριος να σας ευλογεί
και οι άγιοι Άγγελοι
να σας προστατεύουν στη ζωή σας! 

Ἄγγελοί τε καὶ Ἀρχάγγελοι, Θρόνοι, Ἐξουσίαι καὶ Κυριότητες, Ἀρχαί τε καὶ Δυνάμεις,
Χερουβὶμ καὶ Σεραφίμ, μετὰ τῆς Θεοτόκου, ὑπὲρ τοῦ κόσμου ἱκετεύσατε.

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι,
δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι,
ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς,
σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης,
φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας·
Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς,
ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.

Ὅπου ἐπισκιάσῃ ἡ χάρις σου Ἀρχάγγελε,
ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις·
οὐ φέρει γὰρ τῷ φωτί σου προσμένειν,
ὁ πεσὼν Ἑωσφόρος·
Διὸ αἰτοῦμέν σε τὰ πυρφόρα αὐτοῦ βέλη,
τὰ καθ' ἡμῶν κινούμενα ἀπόσβεσον,
τῇ μεσιτείᾳ σου λυτρούμενος ἡμᾶς,
ἐκ τῶν σκανδάλων αὐτοῦ,
ἀξιΰμνητε Μιχαὴλ Ἀρχάγγελε.